Ἡράκλειτος, Heraclitus

… τὰ ὄντα ἰέναι τε πάντα καὶ μένειν οὐδέν …

All entities move and nothing remains still.
 
No man ever steps in the same river twice, for it’s not the same river and he’s not the same man.

2 thoughts on “Ἡράκλειτος, Heraclitus

  1. shinichi Post author

    Κρατύλος

    by Πλάτων

    http://users.uoa.gr/~nektar/history/tributes/plato/dial/CratylusOrg2.htm

    Σωκράτης
    καταφαίνεταί μοι ἡ θέσις τῶν ὀνομάτων τοιούτων [401c] τινῶν ἀνθρώπων, καὶ ἐάν τις τὰ ξενικὰ ὀνόματα ἀνασκοπῇ, οὐχ ἧττον ἀνευρίσκεται ὃ ἕκαστον βούλεται. οἷον καὶ ἐν τούτῳ ὃ ἡμεῖς “οὐσίαν” καλοῦμεν, εἰσὶν οἳ “ἐσσίαν” καλοῦσιν, οἳ δ’ αὖ “ὠσίαν.” πρῶτον μὲν οὖν κατὰ τὸ ἕτερον ὄνομα τούτων ἡ τῶν πραγμάτων οὐσία “Ἑστία” καλεῖσθαι ἔχει λόγον, καὶ ὅτι γε αὖ ἡμεῖς τὸ τῆς οὐσίας μετέχον “ἔστιν” φαμέν, καὶ κατὰ τοῦτο ὀρθῶς ἂν καλοῖτο “Ἑστία”: ἐοίκαμεν γὰρ καὶ ἡμεῖς τὸ παλαιὸν “ἐσσίαν” καλεῖν τὴν οὐσίαν. ἔτι δὲ καὶ κατὰ τὰς θυσίας ἄν τις [401d] ἐννοήσας ἡγήσαιτο οὕτω νοεῖν ταῦτα τοὺς τιθεμένους: τὸ γὰρ πρὸ πάντων θεῶν τῇ Ἑστίᾳ πρώτῃ προθύειν εἰκὸς ἐκείνους οἵτινες τὴν πάντων οὐσίαν “ἐσσίαν” ἐπωνόμασαν. ὅσοι δ’ αὖ “ὠσίαν,” σχεδόν τι αὖ οὗτοι καθ’ Ἡράκλειτον ἂν ἡγοῖντο τὰ ὄντα ἰέναι τε πάντα καὶ μένειν οὐδέν: τὸ οὖν αἴτιον καὶ τὸ ἀρχηγὸν αὐτῶν εἶναι τὸ ὠθοῦν, ὅθεν δὴ καλῶς ἔχειν αὐτὸ “ὠσίαν” ὠνομάσθαι. καὶ ταῦτα [401e] μὲν δὴ ταύτῃ ὡς παρὰ μηδὲν εἰδότων εἰρήσθω: μετὰ δ’ Ἑστίαν δίκαιον Ῥέαν καὶ Κρόνον ἐπισκέψασθαι. καίτοι τό γε τοῦ Κρόνου ὄνομα ἤδη διήλθομεν. ἴσως μέντοι οὐδὲν λέγω.

    Reply

Leave a Reply

Your email address will not be published. Required fields are marked *